Ancient Greek
P.Ryl. 2 131
Documentary Papyri, P.Ryl. 2 131
Not analysed yet
Διονυσοδώιρωι στρατηγῷ Ἀρσινοείτου παρὰ Μύσθου καὶ Πελοπίωινος ἀμφοτέρων Πέλοπος τῶν ἀπὸ Εὐηιμερείας τῆς Θεμίστου μερίδος. τῆι ιϛ τοῦ Φαμενὼιθ τοῦ ἐνεστῶτος ιζ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὴν ἐπίσκεψιν ποιουμένου μου ὧν γεωργοῦμεν περὶ τὴν προγεγραμμένην κώμην Ἀπωνίου Μάρκου Σατορνίνου ἐδαφῶν εὕραμεν κατανενεμημένον ὃ ἔχομεν ἐν τοῖς ἐδάφεσι πυρίνους σπόρους καὶ κριθὴν ὑπὸ Ἁρμιύσιος τοῦ Ἡρᾶτος προβατοκτηνοτρόφου ὑπὸ τῶν τούτου προβάτων ἐπὶ παρόντος Αὐνήιους τοῦ Μίνχους, ὥστε βλάβους ἡμῖν ἐπηκολουθηκότος εἰς λόγον πυροῦ ἀρταβῶν ε καὶ κριθῆς ἀρταβῶν ἐννέα . διὸ ἀξιῶ ἀχθῆναι αὐτὸν ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει.