Ancient Greek
P.Ryl. 2 133
Documentary Papyri, P.Ryl. 2 133
Not analysed yet
Εὐάνδρῳ Πτολεμαίου ἱερεῖ Τιβερίου Καίσαρος Σεβαστοῦ παρὰ Πεννεῖτος τοῦ Νααραῦτος τῶν ἀπʼ Εὐημερίας τῆς Θεμίστου μερίδος. τῆι ιζ τοῦ ἐνεστῶτος μηνὸς Νέου Σεβαστοῦ τοῦ κ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπιβαλὼν Ὀννῶφρις Ὀννώφριος εἰς τὸ λεγόμενον Ταορβελλείους ἔμβλημα οἰκοδομήμενον μετὰ δαπάνης οὐκ ὀλίγων κεφαλαίων ἀργυρικῶν αὐθάδως κατέσπασεν ἀπὸ μέρους, ἐξ οὗ κινδυνεύει τῷ ὅλωι ἐξαρθῆναι καὶ τὰ ὑποκείμενα τούτῳ ἐδάφη οὐκ ὀλίγα εἰς ἄσπορον ἐκτραπῆναι. διὸ ἀξιῶ διαλαβεῖν ὑπὲρ τοῦ μέρους. εὐτύχει.