Ancient Greek
153.r.23 to 153.r.41
Documentary Papyri, P.Ryl. 2 153.r.23-41
Not analysed yet
Ἑλλάνικος γένηται τῆς ἐννόμου ἡλικίας ἢ παραγένηται εἰς Ἑρμοῦ πόλιν· ἐπὰν δὲ γένηται τῆς ἐννόμου ἡλικίας ἢ μετὰ ταύτην τὴν ἡλικίαν παραγένηται εἰς Ἑρμοῦ πόλιν, καὶ αὐτὸς χορηγήσει τοῖς αὐτοῖς τὰς αὐτὰς ἐφʼ ὃν ἕκαστος αὐτῶν περίεστιν χρόνον ὡς προγέγραπται. ὅσου δὲ χρόνου ἐνοφείλεταί μοι ὀψώνια ὑπὲρ οὗ ἔσχον ἀθλητικοῦ στεφάνου ἀπὸ τῶν ὑπαρξάντων τῆς Ἑρμοῦ πόλεως καθὼς διέταξαν ὁ κύριος ἡμῶν Ἀντωνῖνος Καῖσαρ καὶ ὁ θεὸς αὐτοῦ πατὴρ Ἁδριανός ταῦτα οἱ προγεγραμμένοι ἐπίτροποι τοῦ υἱοῦ μου καὶ κληρονόμου μετελεύσονται καὶ προσθήσουσιν τῷ υἱῷ μου. ἄχρι δὲ οὗ ὁ αὐτὸς υἱός μου καὶ κληρονόμος γένηται τῆς ἐννόμου ἡλικίας ἢ μετὰ ταύτην τὴν ἡλικίαν παραγένηται εἰς Ἑρμοῦ πόλιν, ἕξει προγεγραμμένη μου γυνὴ αὐτοῦ δὲ μήτηρ Κλαυδία Λεοντὶς τὴν τῶν ἐμῶν δούλων πάντων δουλίαν τῶν δούλων χορηγουμένων ὑπὸ τῶν προγεγραμμένων ἐπιτρόπων τὸ μότημα καὶ τὸν ἱματισμὸν ἐκ τοῦ τοῦ υἱοῦ μου καὶ κληρονόμου λόγου …ἐπὰν δὲ γένηται τῆς ἐννόμου ἡλικίας ἢ καὶ μετὰ ταύτην τὴν ἡλικίαν παραγένηται εἰς Ἑρμοῦ πόλιν, ἕξει ἡ προγεγραμμένη μήτηρ αὐτοῦ Κλαυδία Λεοντὶς ἐφʼ ὃν αὐτὴ περίεστιν χρόνον τὴν τῶν αὐτῶν δούλων δουλίαν χορηγουμένων ὡς προγέγραπται ὑπὸ μόνου τοῦ υἱοῦ μου. ἐπὰν δὲ ὁ μητρικός μου δοῦλος Μύρων ἐκ μητρὸς Συρι…ανεξ…ης… τοῖς προγεγραμμένοις τοῦ υἱοῦ μου καὶ κληρονόμου ἐπιτρόποις …υ ἀπὸ φόρων τοῦ παρῳχημένου χρόνου ἀργυρίου δραχμὰς τριακοσίας εἴκοσι …αὐτῷ περὶ ὧν ὁ πατήρ μου Ἀμμώνιος Σύρου παρὰ τὴν ἐμὴν ἀποδημίαν ἀπελεύθερος ἔστω, ἐὰν δὲ ἀπιθῇ ὁ Μύρων καὶ μὴ ἀποδῶι ταύτας ἐν τῇ προκειμένῃ προθεσμίᾳ κατασχεθήσεται τῷ κληρονόμῳ …τὴν καταχ…σο…ς, ἐὰν βούληται, καὶ ὑπηρετήσει τῇ προγεγραμμένῃ μου γυναικὶ σὺν τοῖς ἄλλοις μου δούλοις. ἐὰν δέ, ὃ μὴ γένοιτο, ἀνθρώπινόν τι συνβῇ τῷ υἱῷ μου καὶ κληρονόμῳ Ἑλλανίκῳ ἀτέκνῳ ὄντι καὶ μηδὲν ᾠκονομηκότι μηδὲ διαθεμένῳ περὶ ὧν καταλείπω αὐτῷ ἢ καὶ τέκνα μὲν ἔχοντι ἐπιμεταλλάξῃ δὲ καὶ τὰ τέκνα …ἔσται πάντων τῶν ἐμῶν κληρονόμος ἡ προγεγραμμένη μου γυνὴ Κλαυδία Λεοντίς, ἐὰν περιῇ, ποιοῦσα πάντα τὰ προγεγραμμένα.