Ancient Greek
154.1 to 154.26
Documentary Papyri, P.Ryl. 2 154.1-26
Not analysed yet
ἀντίγραφον συνγραφῆς. ἔτους ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἀπελλαίου κβ Φαῶφι κβ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Χαιρήμων Ἀπολλωνίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λδ οὐλὴ ῥινὶ μέσηι Σισόιτι Πετεήσιος ὡς ἐτῶν οα οὐλὴ ὀφρύι ἀριστερᾶι ἔχειν παρʼ αὐτοῦ ἐπὶ τῆι αὐτοῦ θυγατρὶ προούσηι καὶ συνούσηι τοῦ Χαιρήμονος γυναικὶ Θαισαρίωι φερνῆς ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν καὶ παραφέρνων ἐνωτίων χρυσῶν ζεῦγος τετάρτων τεσσάρων καὶ μηνίσκον χρυσοῦν τετάρτων τριῶν καὶ δακτύλια χρυσᾶ δύο τετάρτων δύο καὶ ψελίων ἀργυρῶν ζεῦγος ὁλκῆς ἀσήμου δραχμῶν τεσσαράκοντα τεσσάρων καὶ κλάνια δύο ὁλκῆς ἀσήμου δραχμῶν δέκα ἓξ καὶ ἱματίων στολὰς δύο ,λευκὴν μίαν ναρκισσίνην μίαν ,καὶ πάλλια πέντα καὶ χαλκώματα καὶ …λουτρίδιον, ἐπὶ τὸ αὐτὸ μνῶν τεσσάρων ,καὶ ἄνευ σταθμοῦ ἑδρύσκαι χαλκαῖ δύο καὶ κασσιτέρου μναῖ πέντε ,καὶ ἄνευ διατιμήσεως εἰς καρπίαν καὶ ἐν προσφορᾷ ἀπὸ τοῦ ἐνεστῶτος ιγ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος τὸν ὑπάρχοντα αὐτῶι Σισόιτι περὶ Βακχιάδα κλῆρον κατοικικὸν ἀρουρῶν δέκα ἡμίσους τετάρτου ἐν δυσὶ σφραγῖσι ἀφʼ ὧν ἐν τῶι λεγομένωι Σαδήι κλήρου ἄρουραι ἑπτὰ ἥμισυ τέταρτον ,ὧν γείτονες τούτων νότου πρότερον Ἡρακλείδου τοῦ Ζωίλου κλῆρος βορρᾶ Ἀπολλωνίου τοῦ Στράτωνος κλῆρος λιβὸς διῶρυξ λεγομένη Ἀρχείου διʼ οὗ ἀποχεῖται ὁ κλῆρος ἀπηλιώτου Πεθεῦτος τοῦ Πτόλλιδος κλῆρος, ἀνὰ μέσον ὄντος κοινοῦ ὑδραγωγοῦ διʼ ἧς ποτίζεται ὁ κλῆρος, τῆς δὲ δευτέρας σφραγῖδος τῶν λοιπῶν ἀρουρῶν τριῶν ἐν τῶι λεγομένωι Πιενηούιος, γείτονες δὲ καὶ τούτων νότου Βακχίονος τοῦ Ἀμμωνίου κλῆρος βορρᾶ Πα…εῦτος τοῦ …ιν… κλῆρος λιβὸς διῶρυξ εἰς ἣν εἰσχεῖται ὁ κλῆρος ἀπηλιώτου Πισιστράτου κλῆρος. συμβιούτωσαν οὖν ἑαυτοῖς ἀλλήλοις οἱ γαμοῦντες ἥ τε Θαισάριον καὶ ὁ Χαιρήμων ἀμεμψιμοιρήτως καθότι πρότερον συνεβίουν, τοῦ Χαιρήμονος ἄγοντος τὰ κατʼ ἔτος γεωργικὰ ἔργα πάντα τῶν τῆς προσφορᾶς κλήρου ἀρουρῶν δέκα ἡμίσους τετάρτου καὶ κατασπείροντος καὶ ἀποφέροντος τὰ περιεσόμενα ἐκ τούτων κατʼ ἔτος γενήματα καὶ ἐπιγενήματα ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους καὶ εἰσφέροντος εἰς τὸν κοινὸν τῆς συμβιώσεως οἶκον καὶ τελοῦντος τὰ ὑπὲρ τούτων κατʼ ἔτος δημόσια πάντα σιτικά τε καὶ ἀργυρικὰ ἀπὸ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους. ἐὰν δὲ διαφορᾶς αὐτοῖς γεναμένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἤτοι τοῦ Χαιρήμονος ἀποπέμποντος τὴν Θαισάριον ἢ καὶ αὐτῆς ἑκουσίως ἀπαλλασσομένης ἀπʼ αὐτοῦ, ἔστω τοῦ τῆς Θαισαρίου πατρὸς Σισόιτος, ἐὰν δὲ οὗτος μὴ περιῆι, αὐτῆς Θαισαρίου