Ancient Greek
P.Ryl. 2 158
Documentary Papyri, P.Ryl. 2 158
Not analysed yet
ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Καισαρείου δ ἐν Ἰβιῶνι Εἰκοσιπενταρούρων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου. ὁμολογεῖ Ἥρων Ἥρωνος τοῦ …ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ …ῳ χειρὸς ἀριστερᾶς Φλακκέωνι πρεσβυτέρου Δωρίωνος οὐλὴ μετώπῳ μέσῳ πεπρακέναι τὸν ὁμολογοῦντα τῷ Φλακκέωνι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον ὄνον ἕνα μυόχρουν τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν αὐτὸν παρὰ τοῦ Φλακκέωνος τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἀργυρίου δραχμὰς …τέσσαρας καὶ βεβαιώσειν αὐτὸν καὶ τοὺς παρʼ αὐτοῦ τῷ Φλακκέωνι καὶ τοῖς παρʼ αὐτοῦ πάσῃ βεβαιώσει· ἐὰν δὲ μὴ βεβαιοῖ αὐτοῖς ὁ Ἥρων, ἀποτίσει τῷ Φλακκέωνι ἐν ἡμέραις τριάκοντα ἣν εἴληφεν παρʼ αὐτοῦ τιμὴν διπλῆν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς …καὶ εἰς τὸ δημόσιον τὰς ἴσας …