Ancient Greek
P.Ryl. 2 160
Documentary Papyri, P.Ryl. 2 160
Not analysed yet
…Ἑριεὺς ἡ Λαούσιος μητρὸς Ταπετεσούχου ὁμολογῶ πεπρακέναι Εἱσαροῦτει τῇ Ὀννώφριος μητρὸς Ἑριέως τὰ ὑπάρχοντά μοι μέρη δύο ἀπὸ μερῶν πέντε τῆς οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ ἀπὸ ἀπηλιώτου καὶ τῶν συνκυρόντων πάντων κοινῶν καὶ ἀδιαιρέτων ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος, ὧν τὰ μέτρα ὅλης τῆς οἰκίας καὶ αὐλῆς ἃ πρόκειται, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς νότου Τεσενούφις Πραλῆτος οἰκία ἧς ἐπικρατεῖ τὰ τέκνα καὶ Ταήσις οἰκία καὶ αὐλὴ βορρᾶ εἴσοδος καὶ ἔξοδος ἀπηλιώτου Τεσῆτος Ν…νήβις οἰκία καὶ αὐλὴ ὧν ἐπικρατεῖ τὰ τέκνα λιβὸς Θασῆτος Πανεφρύμμιος οἰκία, καὶ ἀπέχω παραχρῆμα τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ τῆς ἐνεστώσης ἡμέρας εἰς τὸν ἅπαντα χρόνον καὶ τὰ ἄλλα ποιήσομαι καθότι προγέγραπται καὶ ἐπιτέταχα τοῖς μάρτυσι γράφειν καὶ τῷ πρὸς τῷ γραφείῳ χαράξαντι ἀποδοῦναι. ἔγραψεν ὑπὲρ αὐτῆς Λαοῦσις Ἑριέως διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Ἰσαροῦς ἡ Ὀννώφριος μητρὸς Ἑριέως ἠγόρακα τὰ προκείμενα μέρη δύο ἀπὸ μερῶν πέντε τῆς οἰκίας καὶ αὐλῆς καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῆς Στοτοῆς Θ… διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. πρᾶσις καὶ ἀποστασίου μερῶν δύο ἀπὸ μερῶν πέντε τῆς οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος, ὧν τὰ μέτρα καὶ αἱ γειτνίαι ὡς πρόκειται, ἃς ποιεῖται Ἑριεὺς Λαούσιος μητρὸς Ταπετεσούχου ὡς ἐτῶν κε φακὸς μετώπῳ …τῇ Ἰσαροῦτι τῇ Ὀννώφριος μητρὸς Ἑριέως ὡς ἐτῶν …οὐλὴ …ἀριστερᾷ. ὑπογραφεὺς Λαοῦσις Ἑριεὺς ὡς ἐτῶν να οὐλὴ …ωι καὶ αλ… ἐξ ἀριστερᾶς. ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς …ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου.