Ancient Greek
P.Ryl. 2 173
Documentary Papyri, P.Ryl. 2 173
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Πτολεμαίου ἰδιωτικῆς τραπέζης. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ κδ. Ἑρμίας Ἀπολλωνίου Ἀντιφίλωι Πτολεμαίου χρῆσιν ἣν καὶ ἀποδώσει ἐν τῆι λ τοῦ Σεβαστοῦ μηνὸς τοῦ εἰσιόντος κα ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἀργυρίου δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. Ἀντίφιλος Πτολεμαίου ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔχω χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ, ἃς καὶ ἀποδώσω ἐν τῇ λ τοῦ Σεβαστοῦ μηνὸς τοῦ εἰσιόντος κα ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καθότι πρόκειται. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ κδ. …ου ἔγραψα ὑπὲρ αὐτοῦ διὰ τὸ βραδύτερον αὐτὸν γράφειν. Ἀντίφιλος Πτολεμαίου ἀνῄρημαι καθότι πρόκιται. ἔτους κ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ κδ.