Ancient Greek
P.Ryl. 2 174 a
Documentary Papyri, P.Ryl. 2 174A
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι γ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Στοτοῆτις νεώτερος Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν δ… οὐλὴ ὀφρύι δεξιᾷ Στοτοήτι πρεσβυτέρῳ ὡς ἐτῶν λ οὐλὴ πήχει ἀριστερῷ καὶ Στοτοήτι νεωτέρῳ ὡς ἐτῶν κ οὐλὴ ἀντίχειρι ἀριστερῷ ἀμφοτέροις Πανεφρέμμεως τοῦ Στοτοήτεως ἱερεῦσι τοῖς δυσὶ ἀπέχειν παρʼ αὐτῶν τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν ἑξήκοντα ὀκτώ ,ἃς ὤφειλον αὐτῷ καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ γραφείου τῶι θ ἔτει θεοῦ Ἁδριανοῦ μηνὶ Παχὼν ιθ, ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, καὶ μηδὲν τὸν ὁμολογοῦντα ἐνκαλεῖν περὶ ὧν ἀπέχει καθότι πρόκειται μηδὲ περὶ ἄλλου τινὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. ὑπογραφεὺς τω…ο… γέγραφε διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Στοτουῆτις νεώτερος Στοτουήτιος ὁμολογῶ ἀπέχειν παρὰ Στοτουήτιος καὶ ἑτέρου Στοτουήτιος Πανεφρέμμιος ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα ὀκτὼ καὶ μηδὲν ἐνκαλεῖν καθότι πρόκειται.