Ancient Greek
P.Ryl. 2 191
Documentary Papyri, P.Ryl. 2 191
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ δ εἰς ἀρίθμησιν Φαῶφι. διέγραψε …ταμουηλ καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Σοκνοπαίου Στοτοῆτις Σαταβοῦτος μητρὸς Ταμύσθας συνταξίμου ἐννεακαιδεκάτου ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Χοίακ κϛ δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, φυλάκων δραχμὰς δύο ἡμιωβέλιον, γίνονται δραχμαὶ β ἡμιωβέλιον ,Μεχεὶρ κη δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, μαγδωλοφυλάκων διώβολον χαλκοῦς δ, Παῦνι δ δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ, Καισαρείου κϛ δραχμὰς ὀκτὼ ἡμιωβέλιον χαλκοῦς β, γίνονται δραχμαὶ η ἡμιωβέλιον χαλκοὶ β, ποταμοφυλακίας ὀβολὸν, δεσμοφυλακίας ἡμιωβέλιον ,κ ἔτους Τραιανοῦ Φαρμοῦθι κη ἐπικεφαλαίου ιθ ἔτους δραχμὰς δεκαὲξ ὀβολοὺς β 𐅵,γίνονται δραχμαὶ ιϛ ὀβολοὶ β 𐅵,φυλάκων ὀβολὸν, μαγδωλοφυλάκων ὀβολὸν, δεσμοφυλακίας ἡμιωβέλιον ?.