Ancient Greek
P.Ryl. 2 202 a
Documentary Papyri, P.Ryl. 2 202A
Not analysed yet
ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Θὼθ κα Σεβαστῇ. Ἀπολλώνιος γεγυμνασιαρχηκὼς καὶ οἱ μέτοχοι σιτολόγοι Θεαδελφίας καὶ ἄλλων κωμῶν μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ διεληλυθότος ἑνδεκάτου ἔτους Φίλιππος Ἀφροδισίου κατοίκων Θεαδελφίας πυροῦ ὀκτὼ τρίτον ιβ, γίνονται πυροῦ η γ ιβ, καὶ Διόδοτος ὁ καὶ Νίνναρος Ἀνουβίωνος κατοίκων Θεαδελφίας τρεῖς τρίτον ,ἐπιβολῆς ἥμισυ δωδέκατον ,γίνονται πυροῦ γ 𐅵γ ιβ, καὶ Πτολεμαῖος Φιλίππου διὰ Ἀφροδισίου ἀδελφοῦ κατοίκων Θεαδελφίας δύο ἥμισυ ὄγδοον, γίνονται πυροῦ β 𐅵η, …β φ…