Ancient Greek
P.Ryl. 2 206 b
Documentary Papyri, P.Ryl. 2 206B
Not analysed yet
Αὐρήλιος Σαραπίων κοσμητεύσας βουλευτὴς Αὐρηλίοις Θῶνι καὶ Ἀπίωνι τοῖς τιμιωτάτοις χαίρειν. καλῶς ποιήσετε μεταβαλόμενοι ἀπὸ τιμῆς σίτου ἐμοῦ εἰς λόγον διαγραφῆς μηνιαίου Ἁθὺρ ὑπὲρ Φαῶφι Διονυσίῳ ἀπαιτητῇ Ἀμμωνᾶ δεκαπρώτου δραχμὰς διακοσίας πεντήκοντα δύο, γίνονται δραχμαὶ σνβ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους α Ἁθὺρ ιβ.