Ancient Greek
P.Ryl. 2 323 descr.
Documentary Papyri, P.Ryl. 2 323
Not analysed yet
…τοῦ Παλαμήδους κατὰ δημοσίαν ἀποκατάστασιν …διὰ τοῦ …θε… γραφείου καὶ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης μηθέν μοι …ἐξοδιάσαντος εἰς μηδένα λόγον ὁμολογῶ ὁπότε ἄν μοι συ εἶπῃς… τὴν τούτων ἀποκατάστασιν ποιεῖν ἀνυπερθέτως ποιήσω εἰς …οὓς ἐὰν αἱρῇ ἤτοι κατὰ μέρος ἢ καὶ ἐξ ὅλων μηθέν μου λαμβάνοντος ὑπὲρ τῶν τῆς ἀποκαταστάσεως τελῶν καὶ δαπανῶν ὄντων πρὸς σὲ τὸν Φίλωνα μηδὲ …η βεβαιώσεως ἐξακολουθούσης μήτε περὶ δημοσίων μήτε ……τῶν ὑπὲρ ἐμοῦ καὶ τῶν ἐκ τοῦ ὀνόματός μου ἐπελευσομένων. κρατεῖν οὖν σε τὸν Φίλωνα καὶ κυριεύειν καὶ τοὺς παρὰ σοῦ τοῦ αὐτοῦ τετάρτου μέρους καὶ ……τὰ περιγινόμενα ἀποφέρεσθαί σε καὶ ἐπιτελεῖν καὶ οἰκονομεῖν πάντα ὅσα …σοι τῷ Φίλωνι οὔσης τῆς ἀπὸ τοῦ Παλαμήδους γεγονυίας ἀποκαταστάσεως ὡς πρόκιται. τὸ χειρόγραφον τοῦτο κύριον ἔστω πανταχῇ ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …