Ancient Greek
P.Ryl. 2 65
Documentary Papyri, P.Ryl. 2 65
Not analysed yet
…Πετοσεῖριν καὶ Παρεῖν …ρ… …ν καὶ Θοῶνιν Πετώυτος τῶν …νεκροτάφων α… …σει ἦσαν πάντες οἱ ἐκ τοῦ ἔθνους νεκροτάφοι τεθειμένοι Αἰγυπτίαν συγγραφὴν ἀναγραφεῖσαν τῶι ιθ ἔτει Φαμενὼθ θ διὰ τοῦ ἐν τῆι αὐτῆι πόλει γραφείου περὶ ἀποδιαστολῆς τῶν ὑπʼ αὐτῶν συμφωνηθέντων μερισμῶν διʼ ἧς ἐπάναγκες τὸν παραβησόμενον ἢ ἀντιποιησόμενον τῶν ἀποδιεσταλμένων ἑκάστωι ἀποτεῖσαι τῶι ἔθνει ἐπίτιμον χαλκοῦ νομίσματος …καὶ εἰς τὸ βασιλικὸν τὰ ἴσα. ταῦτα δὲ καὶ ἕτερα τῆς συγγραφῆς περιεχούσης, τοῦ δὲ ὑπομνήματος δηλοῦντος τοὺς περὶ τὸν Πετοσεῖριν καὶ Παρεῖν παρʼ οὐδὲν ἡγησαμένους τὰ διωρισμένα ἀπενηνέχθαι αὐτῶν ἀπογεγονότα πλείονα σώματα ὧν τὸ καθʼ ἓν ἐπὶ τῆς ἐσομένης διεξαγωγῆς σημανθήσεται, καὶ ἠξίουν συντάξαι καταστῆσαι τοὺς ἐγκαλουμένους καὶ ἐπαναγκάσαι αὐτοὺς συνεχομένους ἀποδοῦναι αὐτοῖς τὰ διωρισμένα ἐπίτιμα καὶ τὰ ἄλλα τὰ εἰς τὸ βασιλικόν, τυχεῖν δʼ αὐτοὺς ὧν προσήκει. τούτων δʼ ὄντων καὶ τῶν περὶ τὸν Πετοσεῖριν ……φ…. ανεκ…ν… τοὺς ἐγκαλουμένους λελοιπότας καὶ παντάπασιν πεφυγοδικηκότας, τοὺς δὲ τὴν ἔγκλησιν πεποιημένους ἐπὶ πλεῖον ὑπὸ τῶν ἀντιδίκων περιεσπασμένους τῆι πολυχρονίωι καταφθορᾶι, συνεκρίναμεν τὰς διὰ τῆς τεθειμένης ὑπὸ τούτων ἑκουσίως πρὸς ἀλλήλους Αἰγυπτίας συγγραφῆς διαστολὰς καὶ τὰ ἄλλα τὰ διʼ αὐτῆς διωρισμένα μένειν κύρια καὶ ἀπαράβατα, καθότι καὶ ἔστιν. ἀνέγνωσται. ἔτους ιδ Μεχεὶρ κδ.