Ancient Greek
P.Ryl. 2 69
Documentary Papyri, P.Ryl. 2 69
Not analysed yet
Εὐτ… παρὰ Ἁρνήσιος τοῦ …ιπ…α καὶ Ὀννώφρις τοῦ …σιέως τῶν β γεωργούντων Ἀχιλλέως ἐγλογιστοῦ. τῆι θ τοῦ Μεσορὴ τοῦ ιη γ ἔτους, ἐπιβαλόντος Ἁρμιύσιος Ψεμπνούτιος τὰ ἑαυτοῦ πρόβατα ἐφʼ ὃν ἔχομεν ἐν τῶι ψυγμῶι σὺν τῶι ἀχύρωι κνῆκον ἀρτάβας ιε κατενενέμηκεν καὶ συνέστησεν ἐπιδιδόναι τὸ ὑπόμνημα ὅπως ἐπαναγκάσῃς ἀποδοῦναι τὰς προκειμένας κνήκου ἀρτάβας ιε, πρὸς τὸ μηθὲν τῶν ἐκφορίων διαπεσεῖν, αὐτὸς δὲ τύχηι ὧν προσήκει. εὐτύχει.