Ancient Greek
P.Ryl. 2 73
Documentary Papyri, P.Ryl. 2 73
Not analysed yet
Ἁρνῆσις Σενθέως καὶ οἱ τούτου υἱοὶ Σενθεὺς καὶ Ὀννῶφρις οἱ γ τῶν ἀπὸ Σετρεμπάειτος καὶ Εὔβιος Πνεφερῶτος Ἁρμιύσει Ψεμπνούτιος προβατοκτηνοτρόφῳ Εὐημερείας χαίρειν. ἀπέχομεν παρὰ σοῦ τὴν τιμὴν τῶν χλωρῶν ὧν κατανενέμηκεν τὰ πρόβατα ὧν γεωργοῦμεν περὶ Σετρεμπάει ἐδαφῶν προσοδικῶν ἀρουρῶν δέκα ἑπτὰ τοῦ κα ϛ ἔτους σπόρου, καὶ οὐδέν σοι ἐγκαλοῦμεν. ἔγραψεν ὑπὲρ αὐτῶν Δίδυμος κοινὸς γραμματεὺς ἀξιωθεὶς διὰ τὸ φάσκειν μὴ ἐπίστασθαι γράμματα. ἔτους κ…