Ancient Greek
P.Ryl. 2 94
Documentary Papyri, P.Ryl. 2 94
Not analysed yet
Ἡρακλῆς Πετεσούχου ἡγούμενος γερδίων Εὐημερήας καὶ Ἀφροδίσιος Ἀσκληπιάδου γραμματεὺς τῶν αὐτῶν γερδίων Ἥρωνι χειριστῇ Σώτου ἐξηγητοῦ χαίρειν. ὁμολογοῦμεν ἐγγεγυῆσθαι παρὰ σοῦ Ἀφεῦν Ἀφεῦτος καὶ Ἁρπαγάθην Ὀρσενούφιος καὶ Ἡρᾶν Ὀρσενούφιος καὶ Μέλανα Ἑργέως καὶ Ἡρακλῆν Ἀπολλωνίου τοὺς πέντε γερδίους τῶν ἀπὸ τῆς αὐτῆς Εὐημερήας καὶ ἐπάναγκον παραστήσειν σοι αὐτοὺς ὁπηνίκα ἐὰν αἱρῇ ἐκδικοῦντες τὰ διὰ τοῦ ὑπομνήματος Πανινούτιος τοῦ Ἀφροδισίου ἐριουργοῦ ?. Ἀφροδίσιος ὁ προγεγραμμένος ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλήου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους …Τιβερίου Καίσαρος Σεβαστοῦ Ἐπεὶφ ιη.