Ancient Greek
P.Ryl. 2 96
Documentary Papyri, P.Ryl. 2 96
Not analysed yet
Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Ἁρβαίθου Παήσιος …ς… …ς Πατν…τος …τῶν ἀπὸ τῆς μητροπόλεως. ἀναγράφονται περὶ τὴν αὐτὴν μητρόπολιν βασιλικῆς γῆς τοῦ μὲν Ἁρβαίθου ἀνὰ γ ιβ α 𐅵ιϛ καὶ τοῦ Πατναιῶτος ὁμοίως ἀνὰ γ ιβ ἀρούρας δ η. ἐπὶ οὖν τοσοῦτο τέλεσμα οὐ βαστάζει αὐτοῖς τε βαρουμένοις τῷ ἐκφορίῳ ἐντεῦθεν ὑπεχόμεθα κατὰ τὴν εὐεργεσίαν τοῦ κυρίου ἡμῶν Ἁδριανοῦ Καίσαρος γεωργήσειν τὰς προκείμενας ἀρούρας τοῦ μὲν Ἁρβαίθου ἀνὰ γ ιβ ἄρουραν α 𐅵ιϛ καὶ τοῦ Πατναιῶτος ὁμοίως ἀρούρας δ η ἀνὰ λόγον τῆς ἀρούρας ἀνὰ πυροῦ ἀρταβὴν α κδ παραδεχομένης ἀβρόχου καὶ ἐπηντλημένης κατὰ τὸ ἔθος. …