Ancient Greek
P.Ryl. 2 p. 381-382 [P. BM 893]
Documentary Papyri, P.Ryl. 2 pg381
Not analysed yet
καὶ ἄρτων ἀρτάβας τέσσαρες …ἔνεγκον. Ἀμμώνιος Ἀφροδισίωι τῷ φιλτάτῳ χαίρειν. Διομήδης ὁ Φόλου λέγει μὴ μεταδεδωκέναι σε αὐτῶι ὑπὲρ Σερᾶτος, διὸ καλῶς ποιήσεις ἐξαυτῆς πέμψας μοι τὸν μικρόν, καὶ ἐλθὲ εἰς Βούβαστον τῇ δ, ἐπεὶ τρυγῶ ἐκεῖ, ἥ ἐστιν Αἰγυπτίων κ, καὶ ἀγόρασόν μοι ὀψάρια τῇ η καὶ ἔνεγκον …εἰς Βερενικίδα Αἰγιαλοῦ τῇ ι ἥ ἐστι κϛ· τρυγῶ ἐκεῖ, ἔρχου. Ζηνόδοτος πολλὰ κατηγόρησεν ἐπὶ Φόλῳ ὡς μὴ τὰ ὑπὸ σοῦ εἰρημένα γ… ν…ι…ω ποιης πέμψαι μοι διά τινος τῶν φυλάκων τὸν μικρόν. ἀσπάζου Θέρμιον. ἀπαίτησον χεῖρα δραχμῶν μ καὶ δραχμὰς ϛ ἑπομένας καὶ τὸ λοιπὸν τὰ ὀφειλόμενα. ἔρρωσθε. δ ἔτους μηνὸς Δρουσιέως κη.