Ancient Greek
P.Ryl. 4 555
Documentary Papyri, P.Ryl. 4 555
Not analysed yet
…πυρῶν καὶ τὴν λινοκαλάμην τὴν νέαν, ἃ ἐκόμισεν ὁ βυβλιαφόρος, εἰσηνέγκαμεν τῶι βασιλεῖ. γίνωσκε δὲ καὶ τὴν Νικάνορος τοῦ ποδαγρικοῦ οἰκίαν τὴν ἐν Κανώπωι οὖσαν ἐν ἡμῖν ταλάντων β καὶ δραχμῶν φ. ἐὰν οὖν οἱ περὶ Ἀντίοχον τὸν ῥαχᾶν ἐνοχλῶσίν σε, πυθοῦ διότι καὶ τὴν ἀρχὴν ἡμεῖς πρότερον προσεληλύθαμεν καὶ ἀρραβῶνα δεδώκαμεν καὶ …τον…οδρ… μενον ἀπεστήσαμεν· τὰ δʼ αὐτὰ καὶ ἐνταῦθα ὄντος αὐτοῦ καὶ προσελθόντος ἡμῖν παρʼ αὐτοῦ Σωσιβίου τοῦ ἐπιστολογραφοῦντος αὐτῶι ἀπηγγείλαμεν. ἔρρωσο. ἔτους κη Χοίαχ ιγ 20Ἀπολλωνίωι