Ancient Greek
P.Ryl. 4 562
Documentary Papyri, P.Ryl. 4 562
Not analysed yet
Βούβαλος Ζήνωνι χαίρειν. ἔγραψάς μοι ἀξιῶσαι Φανίαν τὸν γραμματέα τῶν ἱππέων παρασχεῖν ἀγορὰν ἐν Μείαι τοῖς καταβαίνουσιν ἱππεῦσιν εἰς τὴν πεντετηρίδα. γίνωσκε οὖν παρὼν Λέων ἔφη ἐξειληφέναι τινὰ τὴν μαγειρικὴν καὶ τάσσεσθαι εἰς τὸ βασιλικὸν τὸν φόρον, ὃς παρέξεται ἀγοράν, ὡσαύτως δὲ καὶ οἱ ἐλαιοκάπηλοι οἱ τὴν διάθεσιν ἐξειληφότες παρέξουσιν ἔλαιον, ὥστε μηθὲν ἐνλιπεῖν. τοὺς μέντοι σταθμοὺς παρεδείκνυον Μελίτωνι καὶ τοῖς μεθʼ αὑτοῦ. γέγραφα οὖν σοι ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λε Παῦνι κϛ ἔρσενος σὺν σάγμασι δραχμαὶ κη καὶ σάγματα ἄλλου δραχμαὶ κ ἄλλου δραχμαὶ ιβ θηλείας δραχμαὶ κ, γίνονται π ἄλλης δραχμαὶ λβ γίνονται ριβ