Ancient Greek
P.Ryl. 4 565
Documentary Papyri, P.Ryl. 4 565
Not analysed yet
Δείνων Ζήνωνι χαίρειν. ἀκούω σε θᾶσσον τοῦ δέοντος ἐξελθόντα …πασαι. ἔδει μὲν οὖν σε μὴ ἐνοχληθῆναι, …πρὸς ἡμᾶς γράψαι ὅπως ᾔδειμεν· προσεδεχόμεθα γάρ σε αἰεὶ παρέσεσθαι. καλῶς οὖν ποιήσεις τήν τε ταχίστην ἀναλαμβάνων καὶ προσέχων τὸν νοῦν ἵνα βεβαιότερον ἰσχύσηις. γράφε δὲ καὶ ἐάν τινος τῶν παρʼ ἡμῖν χρείαν ἔχηις· ὅτι γὰρ ἡδέως ποιήσομεν οὐκ οἶμαί σε ἀγνοεῖν. ἔρρωσο. ἔτους λϛ Ὑπερβερεταίου κδ.