Ancient Greek
P.Ryl. 4 568
Documentary Papyri, P.Ryl. 4 568
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. καθότι ἔγραψας περὶ Ζήνωνος ἐνέτυχον Ἀφθονήτωι καὶ διοικηθήσεται ὥσπερ γράφεις. καλῶς δὲ ποιήσεις κατὰ τὸ ὑπόμνημα ὅσα εἰς τὴν δοχὴν ἕτοιμα ποιησάμενος καὶ καταποστείλας εἰς τὴν ι τοῦ Χοίαχ ἢ ιβ. καὶ σὺ δὲ εὖ ποιήσεις παραγενόμενος μετὰ τῶν ἀδελφῶν· θύω γὰρ ὑπέρ τε ἐμοῦ καὶ σοῦ. κατασκεύασον δὲ καὶ πίνακας κε, τὸ ἀνὰ μέσον πῆχυν α δακτύλους η μέγαν, ἵνα δοθῆι τοῖς πίνουσι καθότι τοῖς Ἑρμαίοις. ἀπέσταλκα δέ σοι καὶ τὸ μέτρον τοῦ πίνακος· ὧδε μὲν γὰρ οὔ φασι δυνήσεσθαι τηλικούτους ποιῆσαι, νυνὶ δὲ ἀναγκάζονται δύο διδόναι. ἔρρωσο. 20Ζήνωνι.