Ancient Greek
P.Ryl. 4 573
Documentary Papyri, P.Ryl. 4 573
Not analysed yet
…ιππωι χαίρειν. γέγραφεν ἡμῖν Ἡλιόδωρος ὁ ἐξ οἴκου τῆι …τοῦ ἐνεστῶτος μηνὸς ἔχειν σε ἀπὸ τιμῆς οἴνου τοῦ ἐκ τῆς παρὰ …ου τοῦ τελώνου τάλαντον α δραχμὰς οη διώβολον. ἡ δὲ τράπεζα ἤδη ἐδέξατο τῆι κϛ τοῦ ἐνεστῶτος μηνὸς δραχμὰς ρϙζ, ὥστε λοιπὰς εἶναι παρά σοι δραχμὰς Εϡπα ὀβολοὺς 4 καὶ προστίθεται δὴ τράπεζα τὰς παρὰ τῶν περὶ Σαραπίωνα τὸν καρπώνην ὑπὲρ τοῦ …ἀρχισωματοφύλακος μελαγγείου ἀμπελῶνος …προσέτι θαυμάζομεν κατὰ τὸ αὐτὸ συμπίπτοντος τοῦ χρόνου εἰ …ὑπελίπου παρὰ σαυτῶι. ἐπέστειλας γὰρ ἡμῖν τὰ πορθμικὰ καὶ τὰ φόρετρα καί τὰ ἄλλα ἀναλώματα τότε ἀπὸ τῶν …ρων καὶ νομῶν. καλῶς οὖν ποιήσεις τόν τε περιόντα φόρον καὶ τὸν λόγον ὅπως συνῆκται διασαφήσας ἡμῖν ὅπως γράψωμεν Διονυσίωι ἀνακομίσαι. ἔρρωσο ἔτους ιζ Μεσορὴ κϛ χα ει …ππωι