Ancient Greek
583.Fr1rint.20 to 583.Fr2rext.59
Documentary Papyri, P.Ryl. 4 583.Fr1rint.20-583.Fr2rext.59
Not analysed yet
καιρὸν τὸν στοχασθησόμενον ἔσεσθαι μισθὸν ἡμιόλιον καὶ τὸ βλάβος ὃ ἂν καταβλάψηι κατὰ τὸν χρόνον τοῦ λείπειν τὴν μίσθωσιν ἐπίτιμον ἀργυρίου τάλαντα δύο . μεταβαλεῖν δὲ Ἀπολλώνιος ἐν τοῖς διαψίλοις μετόρχια πεντήκοντα τοῖς ἰδίοις ἀναλώμασιν καὶ μεταφυτευσάτω ἐν τῶι αὐτῶι ἔτει ἐν τῶι καθήκοντι ……ὅταν δυναταὶ ὦσιν Νικομάχου ν…αντ… τὸν ὁλοκάλαμον. ἐὰν δὲ μὴ μεταβάληι ἀποτεισάτω ἑκάστου μετορχίου ὅταν μὴς ……μεταφυτεῦσαι δραχμὰς χιλίας. …ν δὲ Ἀπολλώνιος ων ης ἐὰν μὴ στ…λ…πο… …ταξάσθω Ἀπολλώνιος ἐκ τοῦ ἰδίου. ἐὰν δὲ μὴ τάξηται ἀποτεισάτω ἡμιόλιον ……Νικομάχου, τὸ δὲ τρίτον Ἀπολλωνίου ἑκάστου ……φύλακα ἐμβαλεῖν εἰς τὴν ……καθήκοντα ἔργα καθότι καὶ οἱ λοιποὶ καταμήνιοι ……δόντος Νικομάχου ἀμὴν εἰς τὰ ἔργα τοῦ χωρίου ……ἀποτεισάτω αὐτῆς τιμὴν ἣν ἂν κατομόσηι Νικόμαχος ……μηνὶ φαιν… βασιλευόντων Πτολεμαίου καὶ Πτολεμαίου τοῦ ἀδελφοῦ καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους πρώτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος κανηφόρου Ἀρσινόης Φιλαδέλφου ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι μηνὸς Ξανδικοῦ ἐνάτηι, Φαῶφι ἐνάτηι ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοείτου. ἐμίσθωσεν Νικόμαχος Φ…αδου Ἁλικαρνασσεὺς διάδοχος τοῦ πατρικοῦ κλήρου Ἀπολλωνίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ὑπάρχοντα Κράτητι Φειδίμου Ἀρσινοείτηι ἀπὸ Λυκίας τῶν καθʼ αὐτοὺς Παμφύλων τακτομίσθωι ἀμπελῶνα ὕφαμμον περὶ τὴν αὐτὴν Φιλαδέλφειαν ὅς ἐστιν ἀρουρῶν ἓξ ἢ ὅσαι ἂν ὦσιν εἰς τὸ πρῶτον ἔτος ἐπὶ μέρει τρίτωι τῶν ἐσομένων ἐν τῶι ἀμπελῶνι τούτωι καρπῶν πάντων καὶ γενημάτων ἐφʼ ὧι οἰνοποιηθέντων τῶν καρπῶν καὶ ἀφαιρεθείσης τῆς καθηκούσης ἀπομοίρας εἰς τὸ βασιλικὸν καὶ πατηταῖς καὶ μισθοῦ λήνου καὶ κατὰ μῆνα τῆς ὀπώρας ἀποδιδομένου εἰς τὸν γεωργικὸν θίασον ἡμικαδίου τὸ καταλειπόμενον γλεῦκος διελόμενοι μέρη τρία λήψεται τὰ μὲν δύο μέρη Νικόμαχος, τὸ δὲ τρίτον Ἀπολλώνιος, κέραμον δὲ ἕκαστος ἑαυτῶι χορηγείτω καὶ τὸν εἰς τὴν ἀπόμοιραν καθήκοντα κατὰ τὸ ἐπιβάλλον μέρος τῆς μισθώσεως, τὸν δὲ κέραμον ἕκαστος ἑαυτῶι καταφερέτω εἰς τὴν λῆνον καὶ τὸ γλεῦκος ἕκαστος ἑαυτῶι ἀναφερέτω, τὴν δὲ ἀπόμοιραν ……ιλ… …ς ἀπὸ τοῦ προγεγραμμένου χρόνου ……τοὺς ποτισμοὺς καὶ τὴν φυλακὴν τῶν καρπῶν …αρ… …ἐπιμήνιον ἐπιτελείτω Ἀπολλώνιος ἀπὸ τοῦ προγεγραμμένου χρόνου μέχρι τοῦ ἀποκαταστήσασθαι τοῖς ἰδίοις ἀναλώμασιν ὡς συμφέρει τῶι τε ἐδάφει καὶ τῆι ἀμπέλωι, τὴν τομὴν τῆς ἀμπέλου