Ancient Greek
P.Ryl. 4 599
Documentary Papyri, P.Ryl. 4 599
Not analysed yet
Αὐρηλίῳ Διδύμῳ τῷ καὶ Διοσκουρίδῃ ἐξηγητεύσαντι βουλευτῇ διέποντι καὶ τὰ στέμματα τῆς Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Κλαυδιανοῦ Σαρᾶτος τοῦ Σαραπίωνος μητρὸς Ἀμμωνοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως. γεγονὼς ἤδη πρὸς τὸ ἐνεστὸς ϛ ἔτος ἔτη ξη καὶ ὀφείλων ἐνταγῆναι τοῖς ἀπὸ τοῦ γερουσίου τὴν αὐτὴν ἡλικίαν βεβιωκόσιν ὡς τὸ μετέχειν τῶν τῆς γερουσίας τιμίων ἐπιδίδωμι τὸ ὑπόμνημα παρατιθέμενος τῆς πρὸς τὸ κδ ἔτος θεοῦ Σεουήρου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῆς τὸ ἀνῆκον μέρος ἐπὶ τὸ τὰ ἀκόλουθα γενέσθαι ὡς καθήκει. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι. ἐπιδέδωκα. ὁμοίως ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως τοῦ προκειμένου ἔτους ἐπιδίδωμι …