Ancient Greek
P.Ryl. 4 603
Documentary Papyri, P.Ryl. 4 603
Not analysed yet
Βάσσος Ἡρακλείδηι καὶ Τρύφωνι χαίρειν. περὶ τῶν ἐποικίων ὡς τὰ χώματα οὐκ ἀγειόχασι ἐγράψατέ μοι· τοῦτο δὲ οὐκ ἦν καθʼ ὑμᾶς σήμερον ἡμέρᾳ τοιαῦτά μοι γράφειν· διὸ ἔτι καὶ νῦν ἔχετε τὰ γενήματα αὐτῶν καὶ στρατιώτην καὶ αὐτοὺς τοὺς ἀνθρώπους οὓς ὀχλῆσαι δύνασθε· ὥστε ἐκτελέσατε συμβουλεύω. ἔρρωσθε. ἔτους κγ Καίσαρος Μεσορὴ κγ Ἡρακλείδηι καὶ Τρύφωνι εἰς Ὀξυρυγχίτην