Ancient Greek
P.Ryl. 4 683
Documentary Papyri, P.Ryl. 4 683
Not analysed yet
ἐμίσθωσαν Αὐρήλιοι Τιῶρις καὶ Πανκολλαῦχις καὶ …υσᾶς καὶ Καροῦσις οἱ δ Πατο…χιος μητρὸς …αντήριος ἀπὸ κώμης Σκὼ Αὐρηλίῳ Σπαρτιάτῃ τῷ καὶ Χαιρήμονι γυμνασιαρχήσαντι βουλευτῇ τῆς Ὀξυρύγχων πόλεως εἰς μόνον τὸ ἐνεστὸς β ἔτος τὰς ἀναγραφομένας εἰς αὐτοὺς περὶ Σκὼ βασιλικῆς οὔσας ἐν περιχώματι πολ… ἐν ἓξ τόποις ἐν μὲν ἑνὶ ἄρουραι γ καὶ ἐν ἄλλῳ ἄρουραι β 𐅵καὶ ἐν ἄλλῳ ἀρούρης 𐅵καὶ ἐν ἄλλῳ ἄρουραι γ 𐅵καὶ ἐν ἄλλῳ ἀρούρης δ καὶ ἐν τῷ ἄλλῳ ἀρούρης 𐅵τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας δέκα τέταρτον ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἂν αἱρῆται γένεσι χωρὶς ἰσάτεως καὶ ὀχομενίου φόρου κατʼ ἄρουραν ἐκ …δραχμὰς τοὺς τριάκοντα …υδετω…αι ὁμοίως ἐν τέσσαρσι σφραγεῖσι ἐν α μὲν ἄρουραι δ ἄλλῃ ἀρούραι β 𐅵ἄλλῃ ἄρουραι β καὶ ἐν ἄλλῃ ἄρουραι β τὰς εἰς τὸ αὐτὸ ἀρούρας δέκα ἥμισυ ὥστε σπεῖραι πυρῷ ἐκφορίου κατʼ ἔτος ……πυροῦ …ι δημοσίων …τεσσάρων ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τοὺς μεμισθωκότας ἕως ……κυρία ἡ μίσθωσις, ἐπερωτηθέντες δὲ ὑπʼ ἄλλήλων ὡμολόγησαν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου Καίσαρος Σεβαστῶν Ἁθὺρ γ. Αὐρήλιοι Τιῶρις καὶ Πανκολλαῦχις καὶ …υσᾶς καὶ Καροῦσις οἱ δ μεμισθώκαμεν τὴν γῆν ὡς πρόκειται καὶ ἔσχαμεν τὰς δραχμὰς τριακοσίας εἰς συγκυρην πυροῦ δημοσι… …διολ α. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν …τιανὸς Θωνᾶς ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα