Ancient Greek
P.Sakaon 1
Documentary Papyri, P.Sakaon 1
Not analysed yet
ὑπατείας Τατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων, πρὸ γ καλανδῶν Μαρτίων, ἥτις ἐστὶν Φαμενὼθ γ. Οὐλπίῳ Ἀλεξάνδρῳ κηνσίτορι Ἑπτανομίας παρὰ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος μητρὸς Θερμοῦτις ἀπὸ κώμης Θεαδελφίας η πάγου τοῦ Ἀρσινοΐτου νομοῦ. ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ καὶ Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστῶν καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου καὶ Φλαουίου Οὐαλερίου Κωνσταντίνου υἱῶν Σεβαστῶν τῶν ἐπιφανεστάτων Καισάρων, ἀπογράφομαι παρὰ σοί, τῷ καταπεμφθέντι κηνσίτορι ὑπὸ τῆς οὐρανίου αὐτῶν τύχης· ὑποτελής ἐμαυτὸν μὲν τὸν Σακαῶνα ἐτῶν με τεσσεράκοντα πέντε ὑποτελής Ἀεὶλ υἱόν μου ἐτῶν ιϛ δέκα ἕξ ὑποτελής Παῆσιν ἀδελφόν μου ἐτῶν νε πεντήκοντα πέντε ὑποτελής Ἀμμώνιον υἱὸν Λειοῦτος ἀδελφοῦ μου ἐτῶν ιθ δέκα ἐννέα ὑποτελής Αὐνῆν ἄλλον ἀδελφόν μου ἐτῶν μη τεσσεράκοντα ὀκτώ ὑποτελής Κηλητὴν Καῆτ πρὸς γένους μου ἐτῶν ν πεντήκοντα ὑποτελής Σαρμάτην υἱὸν αὐτοῦ ἐτῶν ιϛ δέκα ἕξ ὑποτελής Ἀλύπιον Ἡρώδου πρὸς γένους μου ἐτῶν λε τριάκοντα πέντε ὑποτελής Ἥρωνα υἱὸν αὐτοῦ ἐτῶν ιβ δώδεκα οἰκῶ δʼ ἐν ἰδίᾳ οἰκίᾳ τῆς κώμης, μηδενός μοι συνοικοῦντος ἐκ πολλοῦ χρόνου τὸ παράπαν, καὶ ὄμνυμι θεοὺς ἅπαντας καὶ τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων μηδένα ἀποκεκρυφέναι. Αὐρήλιος Σακαῶν ὤμοσα θεοὺς ἅπαντας καὶ τὸν θεῖον ὅρκον ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι, καὶ ἐπέδωκα. Αὐρήλιος Κόνναρος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. γείνονται ὑποτελεῖς ἐννέα . Ulpius Alexander censitor Heptanomiae subscripsi.