Ancient Greek
P.Sakaon 16
Documentary Papyri, P.Sakaon 16
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαυίου Οὐαλερίου Κωνσταντίνου υἱοῦ Σεβαστῶν, πρὸ δ καλανδῶν Ἀπριλίων. διέγραψαν Σοῦλ καὶ Μέλας καὶ οἱ κοινωνοὶ σιτολόγοι Θεαδελφείας λόγου ἀπόρων ὀνομάτων ἐκ θείας κρίσεως τάλαντα τέσσερα, γίνονται τάλαντα δ. καὶ πρὸ γ καλανδῶν Ἀπριλλίων διέγραψαν οἱ αὐτοὶ ὑπὲρ τῆς αὐτῆς κώμης λόγου ἀπόρων ὀνομάτων ἐκ θείας κρίσεως τάλαντα τέσσερα, γίνονται τάλαντα δ. καὶ καλανδῶν Ἀπριλίων διέγραψαν Σακαῶν καὶ οἱ κοινωνοὶ ἀπόρων ὀνομάτων. τάλαντα τρία, γίνονται τάλαντα γ. καὶ πρὸ δ νονῶν Ἀπριλίων διέγραψαν οἱ αὐτοὶ λόγου ἀπόρων ὀνομάτων ἐκ θείας κρίσεως τάλαντον ἓν καὶ δραχμὰς χιλίας, γίνονται τάλαντον α δραχμαὶ Α.