Ancient Greek
P.Sakaon 29
Documentary Papyri, P.Sakaon 29
Not analysed yet
Αὐρήλιος Ἥρων Πωλίωνος ναύκληρος δημοσίου πλοίου Αὐρηλίοις Πέννι καὶ Ὡρίωνι ἀμφοτέροις κωμάρχαις κώμης Θεαδελφίας χαίρειν. ἀπέσχον παρʼ ὑμῶν ὑπὲρ λόγου ναύτου ἀπὸ Θὼθ μηνὸς ἕως Μεσορὴ τὰ ἐπιβάλλοντα ἀργύρια πλήρης. Αὐρήλιος Ἥρων ἔσχον τὰ ὑπὲρ τοῦ ναύτου ἀργύρια ὡς πρόκειται.