Ancient Greek
P.Sakaon 3
Documentary Papyri, P.Sakaon 3
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ γ. Ἰουλίωι Σεπτιμίωι Σαβείνωι κηνσίτορι παρὰ Αὐρηλίας Καμούτεως Καήτεως ἀπὸ ἀμφόδου Γυμνασίου τοῦ Ἀρσινοΐτου. ἀκολούθως τῷ θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ κώμην Φιλωτερίδα ἑβδόμης ἐνάτης τοπαρχίας Θεμίστου μερίδος τοῦ αὐτοῦ νομοῦ καὶ παρειληφέναι τῆς κτήσεώς μου τῆς ἐν τῇ κώμῃ τὰ μέτρα τῶν ἀρουρῶν, μετρησάντων Ἀφροδισίου καὶ Παυλίνου γεωμετρῶν, παρόντων καὶ ὑπογραψάντων Ἀπολλωνίου καὶ Κοπρῆ καὶ Ἥρωνος τῶν τριῶν βουλευτῶν ἰουρατόρων, καὶ Κοπρία βοηθοῦ δεκαπρώτων τῆς τοπαρχίας, καὶ Πελλᾶ Ὡρίωνος ὁριοδείκτου, ἡνίκα περιῆν, καὶ Ἀμμωνίου Πολέμωνος ὁμοίως ὁριοδείκτου, χωρία ὡς ὑποτέτακται· ἐπὶ τῆς ι σφραγῖδος ἐν τόπῳ Τκὲς λεγομένῳ ἀπὸ κοινωνίας Ἀφεγύσου τὸ ἐπιβάλλον μοι μέρος βασιλικῆς γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἀρούρας δύο ὄγδοον δυοτρίαντον, ἀρούρας β η λβ, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν χέρσος γῆ ἀδέσποτος διʼ ὅλου ἀπὸ δὲ δυσμῶν Ἰουνίου κτῆσις· ια σφραγῖδος ἐν τόπῳ Πεσούη λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραν μίαν, ἄρουραν α, ἧς γείτονες ἀπὸ μὲν ἀνατολῶν Πάννεως κτῆσις ἀπὸ δὲ δυσμῶν χέρσος γῆ ἀδέσποτος διʼ ὅλου· τῆς αὐτῆς σφραγῖδος ἐν τόπῳ Πλῆβον λεγομένῳ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρης ἥμισυ ἑκκαιδέκατον τετρακαιεξηκοστόν, ἀρούρης 𐅵ιϛ ξδ, οὗ γείτονες ἀπὸ μὲν ἀνατολῶν Παννεῦτος κτῆσις ἀπὸ δὲ δυσμῶν …τεῦτος Ἀλυπίου κτῆσις, καὶ ὄμνυμι τύχην καὶ νίκην τῶν δεσποτῶν ἡμῶν τῶν ἀνικήτων βασιλέων ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιϛ καὶ ιε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Τῦβι …. γείνονται ὁμοῦ βασιλικῆς γῆς σπορᾶς ιδ ἔτους καὶ ιγ ἔτους καὶ ϛ ἔτους ἄρουραι β η λβ, ἰδιωτικῆς γῆς σπορίμης ἐν διαφόροις τόποις ἄρουρα α 𐅵ιϛ ξδ. Αὐρηλία Καμοῦτις ἀπεγραψάμην τὰς προδηλουμένας ἀρούρας καὶ παρέλαβον τὴν μέτρησιν ὡς πρόκιται ὀμόσασα τὸν σεβάσμιον ὅρκον. Αὐρήλιος Ἠλείας Ἀρίου ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. Αὐρήλιος Ἀφροδίσιος γεωμέτρης ἐμέτρησα τὰς προδεδηλωμένας ἀρούρας. Αὐρήλιος Παυλεῖνος γεωμέτρης συνεμέτρησα ὡς πρόκειται. Αὐρήλιος Ἀπολλώνιος βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Ἥρων βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρῆς βουλευτὴς ἰουράτωρ παρήμην τῇ μετρήσει. Αὐρήλιος Κοπρίας βοηθὸς δεκαπρώτων τῆς τοπαρχίας ἐπέγνων τὴν μέτρησιν. Αὐρήλιος Ἀμμώνιος ὁριοδείκτης συνεπέδειξα τὰς προκειμένας ἀρούρας καὶ οὐδὲν ἐπέλιπον. Αὐρήλιος Κέρδων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Πλουτίων διδάσκαλος· παρʼ ἐμοὶ ἐτελέσθη· Iulius Septimius Sabinus censitor accepi et subscripsi libellis.