Ancient Greek
P.Sakaon 36
Documentary Papyri, P.Sakaon 36
Not analysed yet
Ἁδριανίῳ Σαλλουστίῳ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίας Ἀρτέμιτος Παησίου ἀπὸ κώμης Θρασὼ τοῦ Ἀρσινοΐτου νομοῦ. τὸ μετριοφιλές σου αἰσθομένη, δέσποτά μου ἡγεμών, καὶ περὶ πάντας κηδεμονίαν, μάλιστα περὶ γυναῖκας καὶ χήρας, τὴν προσέλευσιν ποιοῦμαί σοι ἀξιοῦσα τῆς ἀπὸ σοῦ βοηθείας τυχεῖν. τὸ δὲ πρᾶγμα οὕτως ἔχει· Συρίων γενόμενος δεκάπρωτος ἀπὸ τῆς αὐτῆς κώμης Θρασὼ ἀναπείσας μου τὸν ἄνδρα Καῆτ ὀνόματι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα —ὅστις ἀδίκως τὰς τοῦ προκειμένου ἀνδρὸς αἶγας καὶ πρόβατα τὸν ἀριθμὸν ἑξήκοντα συναπέσπασεν αὑτῷ. καὶ ἐφʼ ὅσον μὲν περιῆν ὁ προκείμενός μου ἀνήρ, ἕκαστος τὰ ἑαυτοῦ ἐκαρποῦτο, ὅ τε ἐμὸς ἀνὴρ τὰ ἴδια καὶ ὁ προκείμενος τὰ ἑαυτοῦ. ἐπεὶ οὖν κατὰ τρόπον ἀνθρώπων ἐγένετο ὁ προκείμενός μου ἀνήρ, εἰσεπήδησε βουλόμενος ὁ Συρίων καὶ ἀφαρπάζειν τὰ τῶν νηπίων μου τέκνων τῇ τοπικῇ δυναστείᾳ χρώμενος παρὰ αὐτῆς τῆς κοίτης τοῦ ἀνδρός μου καὶ τοῦ σώματος κιμένου ἐπεὶ δὲ ἐσπούδασα τὰ ἡμέτερα ἀπολαβεῖν καὶ περιστεῖλαι τὸν ἄνδρα μου, μετʼ ἀπειλῆς με ἀπέπεμψεν καὶ μέχρι τῆς σήμερον κατέχων τυγχάνει τὰ ἡμέτερα ποίμνια. διὸ παρακαλῶ σε, δέσποτα, πέμψαι μοι βοηθὸν ἐκ τῆς σῆς προστάξεως,ὅπως τά τε τῶν νηπίων μου τέκνων καὶ τὰ ἐμοῦ τῆς χήρας ἀπολάβω καὶ δυνηθῶ εὐμαρῶς ὑπακούειν τῷ ἀποτάκτῳ —οὐ γὰρ ἐν περιγραφαῖς κατελήμφθη ὁ προκείμενός μου ἀνὴρ ὑπὲρ τῶν διαφερόντων τῷ ταμιείῳ, οἰκείωται δὲ τῷ προκειμένῳ Συρίωνι ἐμὲ τὴν χήραν μετὰ νηπίων τέκνων ἀεὶ ἀποστερεῖν, ὥστε τὸν τοῦ τετελευτηκότος μου ἀνδρὸς σῖτον λαβόντα διὰ …ου βοηθοῦ ὑπὲρ τῶν ἐπιβαλλόντων μετρημάτων σύμβολον μὴ ἐκδοῦναι —ὅπως τὰ ἴδια ἐκ τῆς σῆς, τοῦ κυρίου καὶ πάντων εὐεργέτου, φιλανθρώπου ὑπογραφῆς ἀπολάβω καὶ δυνηθῶ μετὰ νηπίων τέκνων ἐν τῇ ἰδίᾳ συνμενεῖν καὶ ἀεὶ τῇ τύχῃ σου χάριτας ὁμολογεῖν δυνηθῶ. …διευτύχει. …θ. πρὸς τὸ τοῖς φόροις χρήσιμον …κατὰ τὸ δικαιότατον δοκιμάσει ὁ κράτιστος ἐπιστράτηγος. κόλλημα ξθ τόμου α.