Ancient Greek
P.Sakaon 39
Documentary Papyri, P.Sakaon 39
Not analysed yet
Αὐρηλίῳ Ὀλυμπίῳ πραιποσίτῳ πάγου η παρὰ Αὐρηλίου Σακαῶνος Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφίας. μισθωτοῦ μου τυγχάνοντος θρεμμάτων Ῥούφου ἀπὸ πριμιπιλαρίων καὶ τούτων βοσκομένων ἐν πεδίῳ Βερνικίδος Αἰγιαλοῦ τοῦ ὑπὸ σὲ πάγου, οὐκ οἶδʼ ὅπως κατὰ τὸν Θὼθ μῆνα τινὲς κακοῦργοι ἐπιστάντες ἐκεῖσε διὰ νυκτὸς ἔνθα τὰ θρέμματα ἐβόσκετο καὶ ἀπεσύλησαν ἐξ αὐτῶν αἶγας τὸν ἀριθμὸν δέκα ἕξ . ἐμοῦ τοίνυν πολυπραγμονοῦντος κατελαβόμην Πέτρον υἱὸν Μαρίας οἰκοῦντα ἐν ἐποικίῳ Πτολεμαίου καὶ Ἰσίδωρον τὸν ἀπὸ ἐποικίου Μύρωνος καὶ αὐτὸν ὡς ξένον οἰκοῦντα ἐν τῷ αὐτῷ ἐποικίῳ Πτολεμαίου τοῦτο ὑπʼ αὐτῶν πεπλημελῆσθαι. ἀναγκαίως ἀνόσιον πρᾶγμα ὀδυρόμενος ἐπιδίδωμί σοι τάδε τὰ βιβλία, αὐτὰ ταῦτα μαρτυρόμενος, ἀξιῶν τούτους μετακαλέσασθαί σε καὶ πρῶτον μὲν ἅπερ ἀπεσύλησαν ἀποκατασταθῆναί μοι ποιήσῃς, ἔπειτα καὶ ἐκδικίας τῆς προσηκούσης κατὰ τοὺς νόμους τυχεῖν. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Θὼθ ι. Αὐρήλιος Σακαῶν ἐπιδέδωκα. Αὐρήλιος Μάξιμος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.