Ancient Greek
P.Sakaon 47
Documentary Papyri, P.Sakaon 47
Not analysed yet
Φλαουίῳ Ἀβιννέῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων κώμης Διονυσιάδος τοῦ Ἀρσινοΐτου νομοῦ παρὰ Αὐρηλίου Σακαῶνος υἱοῦ Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφίας τοῦ αὐτοῦ νομοῦ. βίαν οὐκ ὀλίγην ἔπασχον ὑφʼ Ἥρωνος υἱοῦ Σακαῶνος ἀπὸ τῆς αὐτῆς κώμης. τοῦ πραιποσίτου τοῦ πάγου Ἰσίωνος κελεύσαντος τοῦ σίτου πληρωθῆναι τὸ ἐπιβάλλον ὑφʼ ἑκάστου καπτοναρίου μέρος, καὶ ἐμοῦ ἐξαυτῆς …τὰ τοῦ ἐπιβάλλοντός μου μέρους ἀναπληρωσα… οὐκ οἶδα τίνι λόγῳ καὶ λῃστρικῷ τρόπῳ ὁ αὐτὸς παρὰ τὴν δικαιοσύνην ἐπῆλθεν τοῖς προβάτοις καὶ ἥρπασε πρόβατα σύμποκα τὸν ἀριθμὸν ὀγδοήκοντα δύο . διʼ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως τοῦτον συνλαβόμενος καὶ καταναγκάσῃς ἀποκαταστῆσαί μοι τὰ κακῶς καθαρπασθέντα εἶτα τὰ γραφέντα ὑπὸ ἐμοῦ εἰς γνῶσιν τοῦ κυρίου μου δουκὸς ἀνενέγκῃς, αὐτοῦ γάρ ἐστιν τοὺς τὰ τοιαῦτα τολμοῦντας ἐκδικεῖν, καὶ τούτου τυχὼν χάριτά σοι ὁμολογήσω, κύριε. διευτύχει. Αὐρήλιος Σακαῶν ἐπιδέδωκα. Αὐρήλιος Δημήτριος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ τρίτον καὶ Κώνσταντος τὸ β, Αὐγούστων, Φαρμοῦθι γ.