Ancient Greek
P.Sakaon 52
Documentary Papyri, P.Sakaon 52
Not analysed yet
Αὐρηλίῳ Χαιρήμονι πραιποσίτῳ η πάγου παρὰ Αὐρηλίων Πέννιτος Σακαῶνος καὶ Ζωΐλου Μέλανος, ἀμφοτέρων κωμαρχῶν κώμης Θεαδελφίας. πληρωσάντων ἡμῶν τὸν τεταγμένον τῆς κωμαρχίας ἐνιαύσιον χρόνον, δίδομεν καὶ προσαγγέλλομεν ἀνθʼ ἑαυτῶν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς τὴν αὐτὴν κωμαρχίαν τοὺς ἑξῆς ἐνγεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους, τῆς ἐνεστώσης ιε ἰνδικτίονος, ἀντιλαμβανομένους καὶ ἀποπληροῦντας τὴν ἐνχειρισθεῖσαν αὐτοῖς λειτουργίαν ὑγιῶς καὶ πιστῶς. διευτύχει. εἰσὶ δέ· Ἀντωνῖνον Σακαῶνος, Κουνίαν Μέλανος. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ζ καὶ Κωνσταντίου Καίσαρος τὸ α Μεσορὴ κϛ. Αὐρήλιοι Πέννις καὶ Ζοήλος ἐπιδεδώκαμεν. Σώτας ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.