Ancient Greek
P.Sakaon 55
Documentary Papyri, P.Sakaon 55
Not analysed yet
Ἀπολλώνιος Φανίᾳ. καλῶς ἐποίησας ἐπελθὼς εἰς Θεαδέλφιαν καὶ λαβὼς ἀπὸ Ζακαῶνος σίτου ἀρτάβας β ἀντὶ μιᾶς. μίαν ἔχεις ἀπὸ λόγου Χοιὰκ μηνός, καὶ σὺ ἐπελθὼς ἔλαβας ἀρτάβας β ἀντὶ μιᾶς. καὶ ἄλλοτε ἐπῆλθας εἰς τὴν Ταυρίνου καὶ ἔλαβας ἀρτάβας β ἀντὶ μιᾶς διὰ Ζακαῶνος. δὸς οὖν τὴν ἀρτάβην τοῦ σίτου Ζακαῶνι, ἣν κακῶς ἔλαβας παρʼ αὐτοῦ· εἰδεμή, μεταμεληθῆναι ἔχεις.