Ancient Greek
P.Sakaon 73
Documentary Papyri, P.Sakaon 73
Not analysed yet
Αὐρηλίῳ Ζακαῶνι Σαταβοῦτος ἀπὸ κώμης Θεαδελφείας παρὰ Αὐρηλίου Ἀμμωνίου Κανία …μαρίας. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐκ τῶν ὑπαρχόντων σοι αἶγας τελείας θηλείας δέκα ἐπὶ χρόνον ἔτη δύο ἀπό τῆς ἐνεσ- τώσης ἑπτακαιδεκάτης ἰνδικτίωνος φόρου τῶν αἰγῶν ἐνιαυσίως ἐρίφια πέντε ἀρρενικὰ καὶ θηλυκά ἐξ ἴσου ἀνυπόλογα καὶ ἀκίνδυνα καὶ οὐκ ἐξ- έσται μοι ἐντὸς τοῦ χρόνου προλείπειν τὴν μίσθωσιν κατ’ οὐδένα τρόπον ἀλλὰ καὶ ἐπάναγκον ἐπιτελέσω τὰ τῶν αἰγῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τόν δὲ φόρον ἀποδώσω του…ι ἔτους μηνὶ …καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς αἶγας ἀθανάτους …καθὼς καὶ ἐγὼ παρέ- λαβον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθείς ὡμολόγησα. …ὑπατείας Φλαουίου Ἰανουαρίνου καὶ Οὐεττίου Ἰούστου τῶν λαμπροτάτων, Φαωφι α. Αὐρήλιος Ἀμμώνιος ἔγραψα τὰ ὅλα.