Ancient Greek
P.Sakaon 76
Documentary Papyri, P.Sakaon 76
Not analysed yet
Ἰουλίῳ Σεπτιμίῳ Σαβείνῳ κηνσίτορι παρὰ Αὐρηλίου Πάσιτος Νειλάμμωνος ἀπὸ κώμης Θεαδελφίας τοῦ Ἀρσινοΐτου. ἀκολούθως θείῳ προστάγματι τῶν δεσποτῶν ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, φανερόν σοι ποιῶ κεκτῆσθαί με περὶ τὴν αὐτὴν κώμην Θεαδέλφιαν ἕκτης ὀγδόης τοπαρχίας Θεμίστου μερίδος ἐπὶ τῆς …σφραγῖδος ἐν τόπῳ Διαρούρου λεγομένῳ γῆς ἰδιωτικῆς σπορίμης ἀρούρας δύο, ἀρούρας β, ὧν γείτονες ἀπὸ μὲν ἀνατολῶν διῶρυξ μεθʼ ἣν συνορία Πολυδευκείας ἀπὸ δὲ δυσμῶν κληρονόμων Ῥούφου κτῆσις καὶ ὄμνυμι τὸν σεβάσμιον ὄρκον ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι. ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, ὑπατείας Φαύστου τὸ β καὶ Γάλλου, Χοιὰκ . Αὐρήλιος Πᾶσις καὶ ὤμοσα τὸν σεβάσμιον ὅρκον ἀληθῆ με τὴν ἀπογραφὴν πεποιῆσθαι καὶ ἐπέδωκα. Αὐρήλιος Ἀθανάσις ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. γείνονται ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι β.