Ancient Greek
P.Sakaon 92
Documentary Papyri, P.Sakaon 92
Not analysed yet
…ὑπὲρ κωμητῶν Θεαδελφίας ὑπὲρ ἐνάτης ἰνδικτίονος ὑπὲρ τιρώνων τάλαντα τετρακόσια, τάλαντα υ, μόνα. Πλουτάμμων διὰ Θεοδότου βοηθοῦ σεσημείωμαι. καὶ ὁμοίως οἱ αὐτοὶ ὑπὲρ κωμητῶν Θεαδελφίας ὑπὲρ ἐνάτης ἰνδικτίονος τιρώνων τάλαντα ἑκατόν, τάλαντα ρ, μόνα. Πλουτάμμων διὰ Θεοδότου βοηθοῦ σεσημείωμαι. Φαμενὼθ κζ· κατέβαλεν Ἥρων καὶ Κανναοῦγ ἀπὸ κώμης Θεαδελφίας ὑπὲρ δεκάτης, ι, ἰνδικτίονος ὄρνεα τέσσαρα, δ, ᾠὰ δέκα, ι, στιχαρίου λινοῦ ἓν δίμοιρον τριακοστὸν, α 𐅷τριακοστὸν μόνα. Εὐλόγιος σεσημείωμαι. Φαμενὼθ κζ· κατέβαλεν Ἥρων καὶ Καναοῦγ ἀπὸ κώμης Θεαδελφίας ἀργυρικῶν καθολικότητος δεκάτης ἰνδικτίονος ἀργυρίου τάλαντα τριακόσια, τάλαντα τ. Κύριλλος γραμματεὺς σεσημείωμαι. κθ ὁμοίως ἄλλα τάλαντα ἑκατόν, τάλαντα ρ, Κύριλλος σεσημείωμαι.