Ancient Greek
P.Sakaon 94
Documentary Papyri, P.Sakaon 94
Not analysed yet
ὁμολογοῦσιν Αὐρήλιοι Σαταβοῦς Παησίου μητρὸς Ἡρῶτος ὡς ἐτῶν νε οὐλὴ ὑπὸ ἀστραγάλῳ ποδὸς ἀριστεροῦ καὶ Ὡρείων Ἀηοῦτος μητρὸς Ἡρῶτος ὡς ἐτῶν μ οὐλὴ παρὰ ὀφρύ ἀριστερᾷ, ἀμφότεροι ἀπὸ κώμης Θρασώ, Αὐρηλίῳ Διδύμῳ Πτολεμαίου παλαιστροφύλακι καὶ ὡς χρηματίζει ἔχειν παρʼ αὐτοῦ τοὺς ὁμολογοῦντας διὰ χειρὸς ἀργυρίου δραχμὰς τρισχιλίας ,οὔσας λοιπὰς τιμῆς κριθῆς ἀρταβῶν τριάκοντα ,ὧν καὶ τὴν ἀπόδοσιν ἐπάναγκον ποιήσονται οἱ ὁμολογοῦντες Σαταβοῦς καὶ Ὡρείων ἐξ ἀλληλεγγύης τῷ Παῧνι μηνὶ τοῦ ἐνεστῶτος β ἔτους ἐπὶ τῆς μητροπόλεως μέτρῳ …τετραχοινίκῳ ἑνδεκα… ἀνυπερθέτως· καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαι τῷ Αὐρηλίῳ Διδύμῳ τῆς πράξεως ἔκ τε τῶν ὁμολογούντων Σαταβοῦτος καὶ Ὡρείωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης· καὶ ἐπερωτηθέντες ὡμολόγησαν. ἔτους β τῶν κυρίων ἡμῶν Μάρκων Αὐρηλίων Καρίνου καὶ Νουμεριανοῦ Σεβαστῶν, Φανενὼθ κη. Αὐρήλιος Σαταβοῦς ἔσχον τὰς τοῦ ἀργυρίου δραχμὰς τρισχιλίας ……ἀρταβ λ πρὸς Δίδυμον παλαιστροφύλακα.