Ancient Greek
P.Sakaon 96
Documentary Papyri, P.Sakaon 96
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ η καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ζ. ὁμολογεῖ Αὐρήλιος Πᾶσις Νειλάμμωνος μητρὸς Ταγένης θρ… Θρασὼ ὡς ἐτῶν ξ οὐλὴ ἄνωθεν ποδὸς δεξιοῦ Αὐρηλίᾳ Σουμώειτι …μητρὸς Ταήσεως ἀπὸ τῆς αὐτῆς κώμης ἐσχηκέναι παρʼ αὐτῆς τὸν ὁμολογοῦντα Πᾶσιν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς τετρα κισχιλίας τριακοσίας εἴκοσι, γίνονται δραχμαὶ Δτκ, χρῆσιν εἰς μῆνα ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, ἃς δραχμὰς τετρακισχιλίας τριακοσίας εἴκοσι και ἐπάναγκον ἀποδώσειν τὸν π… τῇ εἰκάδι τοῦ εἰσιόντος μηνὸς Μεσορὴ τῇ Σουμώειτι ἀνυπερθέτως· ἐὰν δὲ τῇ προθεσμίᾳ μὴ ἀποδῷ ἢ καὶ μὴ ποιήσῃ, ἐκτείσειν τὸν ὑπὲρ αὐτῶν τόκον καὶ ἐπὶ τῆς ἀπαιτήσεως γείνεσθαι τῇ Σουμώειτι τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος Πάσιτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. τὸ δὲ χειρόγραφον τοῦτο ἁπλοῦν συγγραφὲν ἐπὶ τῆς ὑπογραφῆς τοῦ ὑπὲρ τοῦ ὁμολογοῦντος γράφοντος, ἀγραμμάτου αὐτοῦ ὄντος, ὃ καὶ κύριον πανταχῇ ἐπιφερόμενον· καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Ἐπεὶφ κα. Αὐρήλιος Πᾶσις Νειλάμμωνος ὁμολογῶ ἐσχηκέναι τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακισχιλίας τριακοσίας εἴκοσι καὶ ἀποδώσω τῇ προθεσμίᾳ ἀνυπερθέτως ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Νέμεσις ἔγραψα τοῦτο ὑπὲρ αὐτοῦ ἀγραμμάτου.