Ancient Greek
P.Sarap. 1
Documentary Papyri, P.Sarap. 1
Not analysed yet
Αἰλίωι Ἑρμησίαι στρατηγῷ Ἑρμοπολίτου παρὰ Παμούνιος Πεκύσιος τῶν ἀπὸ κώμης Θύνεως ποιμένος. τῇ δευτέρᾳ τοῦ ἐνεστῶτος μηνὸς Καισαρείου τοῦ ἐνάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ὀψίτερον τῆς ὥρας τινὲς ληστρικῷ τρόπωι ἐπελθόντες μοι ὄντι ἐν πεδίοις κώμης Μαγδώλων Μιρὴ ἔνγιστα τῆς κώμης ἐν τοῖς ἀπὸ βορρᾶ μέρεσι τῶν ἁλώνων ποιμαίνοντι θρέμματα Ἀνουβίωνος Σαραπίωνος πληγὰς πλείστας ἐπέθηκάν μοι κολλωρόβοις πλήξαντες τὴν κεφαλὴν καὶ τὰ ἄλλα μέρη τοῦ σώματος, ἀφελόμενοί μοι χιτῶνα καὶ ἱμάτιον καὶ κάσον καὶ ἀργυρίου δραχμὰς δώδεκα καὶ ἀπήλασαν αἶγας τρεῖς . διὸ ἀξιῶ κελεῦσαι ἀχθῆναι ἐπὶ σὲ τὸν τῆς Μαγδώλων Μιρὴ νομοφύλακα καὶ τὸν ἀρχέφοδον ὅπως παραστήσωσι τοὺς αἰτίους καὶ ἀποτείσωσι τὰ ἡρπασμένα κ…