Ancient Greek
P.Sarap. 100
Documentary Papyri, P.Sarap. 100
Not analysed yet
Ἀμφίων Ἡλιοδώρωι τῶι τιμιωτάτωι χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. καθʼ ὅλου μὲν ἔδει παρηγορεῖσθαι ἡμᾶς μέχρι οὗ ἀναπλεύσῃς πρὸς ἡμᾶς ἐπʼ ἀγαθῷ ἀσπαζομένους σε διʼ ἐπιστολῶν καὶ διακομιζομένους τῆς ἀπὸ σοῦ ἀνταμοιβῆς τὰς ἴσας. ἐπεὶ δὲ ἀνθέλκῃ μετεώροις, ἵνʼ οὕτως εἴπω, ἑαυτοὺς παρηγοροῦμεν γράφοντές σοι καὶ παρʼ ἄλλων ἀκούοντες περὶ τῆς εὐμενοῦς σου σωτηρίας. ἐρρῶσθαί σε εὔχομαι καὶ προκόπτειν. ἄσπασαι τοὺς σο… τον σὺν π… ἀδελφο… τε σε ευ… δυμ… Ἡλιοδώρωι ἀπὸ Ἀμφήονος