Ancient Greek
P.Sarap. 103 bis (p. 316-317)
Documentary Papyri, P.Sarap. 103bis
Not analysed yet
Σαραπίων Φιβᾶ τῶι υἱῶι χαίρειν. ἀμεριμνῶ νομίζων σε καλῶς τὰ ἔργα ποιεῖν καὶ γὰρ αὐτὸς δάκνομαι ὅτι μοι τὰ πράγματα τῆς ἐπικρίσεως οὔτε μοι ἐπιτρέπει ἐξελθεῖν οὔτε Ἡλιοδώρῳ θεῶν δὲ ἐπιτρεπόντων αὔριον πρός σε ἥξει Ἡλιόδωρος. ἔπεμψά σοι διὰ τοῦ Μηνο…ρου ἓν κεράμιον. δραχμὰς ἑκατὸν δέξαι παρὰ τοῦ ἐλαιουργοῦ. ἐὰν χρεία σοι ᾗχαλκοῦ τιμὴν …ἀρταβῶν λαχάνου ἔπεμψά σοι διὰ τοῦ αὐτοῦ ἄλλας δραχμὰς δέκα . ἀπόλαβε παρὰ Πανάρους λευκὸν πυρὸν καὶ πέμψον εἰς Τεμενκυρκιν ἵνʼ ἀρτοποιηθῇ. ἔρρωσο.