Ancient Greek
P.Sarap. 26
Documentary Papyri, P.Sarap. 26
Not analysed yet
Μυσία Πτολεμαίου μετὰ κυρίου Κορνηλίου Μουσαίου καὶ Χενῦρις Ἀρείου μετὰ κυρίου Παροδίωνος Χαιρήμονος Πεκύσι Καλήους ἀπὸ κώμης Ἐνσὺ καταγινομένῳ ἐν Μαγδώλοις Μιρὴ γεωργῶι χαίρειν. μεμισθώκαμέν σοι πρὸς μόνον τὸ ἐνεστὸς ι ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας ἡμῖν κοινῶς περὶ Βώου κατὰ τὰ μέρη τοῦ Περὶ πόλιν κάτω ἐκ τῶν Δικαίου καὶ Μενίππου κλήρων ἀρούρας ὀκτὼ τῆς φανησομένης ἐν σπόρωι εἰς ξυλαμὴν ἄρακος εἰς χλωροφαγίαν καὶ κοίτην προβάτων τῶν τοῦ Ἀνουβίωνος Σαραπίωνος, φόρου ἑκάστης ἀρούρης ἀργυρίου δραχμῶν εἴκοσι ἕξ, γίνονται ἑκάστης ἀρούρης ἀργυρίου δραχμαὶ κϛ ἃς καὶ ἀποδώσεις ἡμῖν ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ …ἀνυπερθέτως καὶ δώσομεν τῆς ἀγέλης ἡμιωβέλιον καὶ ἄχυρον, τῶν δημοσίων πάντων ὄντων πρὸς ἡμᾶς τὰς κατοίκους. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼτ ιη. Χενῦρις Ἁρείου μετὰ κυρίου τοῦ ἀνδρὸς Παρροδίωνος Χαιρήμωνος μεμίσθωκα καθὼς πρόκειται. Ἡρωδης Ἀλεξα ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Μυσία Πτολεμίου μεμίσθωκα καθὼς πρόκειται. Κορνήλιος Μουσαίου ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.