Ancient Greek
P.Sarap. 32
Documentary Papyri, P.Sarap. 32
Not analysed yet
…νη Ἀμμωνίου μετὰ κυρίου τοῦ ἐμαυτῆς υἱοῦ Εὐδαίμονος Ἀπολλωνίου Ἀνουβίωνι Σαραπίωνος χαίρειν. μεμέτρημαι παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις μοι ἐκφορίων γενήματος τοῦ ἐνεστῶτος τρίτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς πυροῦ ἀρτάβας δέκα τρεῖς τρίτον γίνονται πυροῦ ἀρτάβαι ιγ γ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ εἰκάδι μιᾷ χωρὶς ὧν ἔχεις μου γραμμάτων ἄλλων Εὐδαίμων Ἀπολλωνίου ἐπιγέγραμμαι τῆς μητρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.