Ancient Greek
P.Sarap. 45
Documentary Papyri, P.Sarap. 45
Not analysed yet
Εὐτυχίδηι Σαραπίωνος παρὰ Κάστορος Κορνηλίου γεωργοῦ ἀπὸ κώμης Σινκερῆ. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν ἔχεις ἐν μισθώσει Κλαυδίας Ἀθηναίδος ἀπὸ οὐσίας Προφητιανῆς ἐν τῶι Περὶ πόλιν κάτω περὶ Μαγδῶλα Ὥρου Σαμώου ἐκ τοῦ Λεπτείνου Καπέλλου κλήρου ἀρούρας εἴκοσι πέντε κατʼ ἔτος τῆς φανησομένης ἐκ γεωμετρίας τοῦ τῆς οὐσίας ἐπισκέπτου τῶι μὲν ἐνεστῶτι δωδεκάτωι ἔτει εἰς σπορὰν πυροῦ ἐκφορίου ἑκάστης ἀρούρης πυροῦ μέτρῳ δημοσίωι δοχικῶι ἀρταβῶν ἕξ τῶι δὲ εἰσιόντι ιγ ἔτει εἰς σπορὰν φακοῦ καὶ ἄρακος κατὰ τὸ ἥμισυ ἐκφορίου ἑκάστης ἀρούρης φακοῦ ἀρταβῶν ἕξ τὰ δὲ συναγόμενα ἐκφόρια κατʼ ἔτος μετρήσω τὸν μὲν πυρὸν εἰς τοὺς δημοσίους θησαυροὺς οὗ καὶ μέτρησίν σοι ἐποίσω καθαρὰν ἀπὸ παντὸς πρώτηι μετρήσει τοῦ αὐτοῦ δωδεκάτου ἔτους τὸν δὲ φακόν σοι τῶι Ἐπεὶφ μηνὶ …νέον καθαρὸν ἄδολον ἄβολον κεκοσκινευμένον μεμετρημένον μέτρωι Ἀθηναίωι τῶν δημοσίων πάντων ὄντων πρὸς τὴν Ἀθηναίδα. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κ. Κάστωρ Κορνηλίου μεμίσθωμαι καὶ μετρήσω καὶ ἀποδώσω ὡς πρόκειται. Ἀνουβίων Ἑρμαίου ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα. ἐπιθέματος γενομένου κατʼ ἔτος ἔξεσταί σοι ἑτέροις μεταμισθοῦν ἢ αὐτουργεῖν. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κ. Ἀνουβίων ὁ προγεγραμμένος ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.