Ancient Greek
P.Sarap. 47
Documentary Papyri, P.Sarap. 47
Not analysed yet
…Σαραπίωνος παρὰ Φατρήους Πανεμγέως τῶν ἀπὸ κώμης …πα γεωργοῦ. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς ιγ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι ἐν τῶι Πατεμίτῃ ἄνω περὶ …ιωνα Σομομπαὼ ἀρούρας δύο ἥμισυ εἰς σπορὰν πυροῦ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν εἴκοσι πέντε ἡμίσους ἃς καὶ μετρήσω σοι ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ αὐτοῦ ιγ ἔτους πυρὸν ἄβολον ἄδολον μέτρωι Ἀθηναίου ἑκτημόρῳ κεκοσκινευμένον. ἐὰν δὲ βούλῃ μετρῆσαι εἰς τὸν δημόσιον θησαυρὸν μετρήσω μίαν δοχικῷ ἀντὶ μιᾶς Ἀθηναίου καὶ ἐποίσω σοι αὐτῶν μέτρησιν πρώτηι μετρήσει τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν κάτοικον καὶ δώσω π…νιου τρίτον μέρος οὔσης σοι ἐξουσίας μεταστῆναι ἐν τῶι ιγ ἔτει ……ν… λιμνασμο… τοῦ αὐτοῦ …ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι ιγ. Φατρῆς Πανεμγέως μεμίσθωμαι καθὼς πρόκειται. Ὡρίων Ἑρμίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …ἐν τῷ Πατεμίτῃ ἄνω ιγ ἔτους πυροῦ ἀρτάβαι κε 𐅵