Ancient Greek
P.Sarap. 8
Documentary Papyri, P.Sarap. 8
Not analysed yet
Πανεχώτης Μενχήους …τῶν ἀπὸ κώμης Μαγδώλων Μιρὴ Εὐτυχίδῃ Σαραπίωνος χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν οὖσάν μοι δαμάλην καὶ μόσχον καὶ αὐτόθεν ἀπέχω παρὰ σοῦ τὴν συμπεφωνημένην τιμὴν διὰ χειρὸς καὶ βεβαιώσω πρὸς …ι ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Τῦβι …Δημήτριος Ἡρώδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα