Ancient Greek
P.Sarap. 81
Documentary Papyri, P.Sarap. 81
Not analysed yet
Σαραπίων Εὐτυχίδῃ τῶι υἱῶι χαίρειν. περισσῶς μοι ἔγραψας περὶ τοῦ μισθοῦ τῶν ἐργατῶν· σὺ γὰρ διὰ σαυτοῦ εἶ. ἐπίγνωθι οὖν τὸ ἀσφαλὲς τὶ Πολεῖς δίδωσι τοῖς αὑτοῦ καὶ σὺ δός. δότω σοι δὲ Ὡρίων ὁ ἱερεὺς ἀργύριον χάριν τῶν ἐργατῶν αὔριον δέ σοι Ἀχιλλᾶν πέμψω ἵνα καὶ σὺ εἰς Ἑρμούπολιν ἔλθῃς. ἔρρωσο. Εὐτυχίδῃ υἱῶι